TLG 1583 003 :: PHANODEMUS :: Fragmenta

PHANODEMUS Hist.
(Atheniensis: 4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 1. Paris: Didot, 1841–1870: 366–370.

frr. 1–26

Citation: Fragment — (line)

t1-26

ATTHIDIS.

t1

LIBRI SECUNDI.

1

Athen. IX, 11: Περὶ δὲ τῆς γενέσεως αὐτῶν (ὀρτύγων) Φανόδημος ἐν δευτέρῳ Ἀτθίδος φη‐ σὶν, ὡς κατεῖδεν Ἐρυσίχθων Δῆλον τὴν νῆσον, τὴν ὑπὸ τῶν ἀρχαίων καλουμένην Ὀρτυγίαν, παρὰ τὰς
5ἀγέλας τῶν ζῴων τούτων φερομένας ἐκ τοῦ πελάγους ἱζάνειν εἰς τὴν νῆσον, διὰ τὸ εὔορμον εἶναι.

t2

LIBRI QUARTI.

2

Schol. Aristoph. Av. 873: Κολαινὶς .... φησὶ δὲ Ἑλλάνικος, Κόλαινον Ἕρμου ἀπόγονον ἐκ μαντείου ἱερὸν αὐτῆς ἱδρύσασθαι Κολαινίδος, καὶ Φανόδημος ἐν τῇ τετάρτῃ.

t3-3a

LIBRI QUINTI.

3

Suidas: Παρθένοι. Τὰς Ἐρεχθέως θυγατέρας οὕ‐ τως ἔλεγον καὶ ἐτίμων. Ἦσαν δὲ ἀριθμὸν ἕξ. Πρε‐ σβυτάτη μὲν Πρωτογένεια· δευτέρα δὲ Πανδώρα· τρίτη Πρόκρις· τετάρτη Κρέουσα· πέμπτη Ὠρείθυια·
5ἕκτη Χθονία. Τούτων λέγεται Πρωτογένεια καὶ Παν‐ δώρα δοῦναι ἑαυτὰς σφαγῆναι ὑπὲρ τῆς χώρας, στρα‐ τιᾶς ἐλθούσης ἐκ Βοιωτίας. Ἐσφαγιάσθησαν δὲ ἐν τῷ Ὑακίνθῳ καλουμένῳ πάγῳ ὑπὲρ τῶν Σφενδονίων. Διὸ καὶ οὕτως καλοῦνται παρθένοι Ὑακινθίδες, καθάπερ
10μαρτυρεῖ Φανόδημος ἐν τῇ πέμπτῃ Ἀτθίδι, μεμνημέ‐ νος τῆς τιμῆς αὐτῶν.

3a

Natal. Com. Mythol. IX, 10: Quod autem Aegeus, Pandionis filius, patri in regno successerit, ita scriptum est a Phanodemo in libro quinto Rerum Atticarum: Αἰγεὺς ὁ Παν‐
5δίονος υἱὸς βασιλεύων Ἀθηνῶν γαμεῖ Μήταν πρῶτον
τὴν Ὁπλῆτος, δεύτερον Χαλκιόπην Ῥηξήνορος.366

t4

LIBRI SEXTI.

4

Suidas v. Τριτοπάτορες .... Φανόδημος δὲ ἐν ἕκτῳ φησὶν, ὅτι μόνοι οἱ Ἀθηναῖοι θύουσί τε καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν· ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς Τριτοπά‐
5τορας Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκρέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων.

t5

LIBRI SEPTIMI.

5

Athen. III, 30: Αἰγύπτιοι τὸν ὑποξίζοντα ἄρτον κυλλάστιν καλοῦσι. Μνημονεύει δ’ αὐτοῦ Ἀρι‐ στοφάνης ἐν Δαναΐσι ... μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος καὶ Ἡρόδοτος καὶ ὁ Φανόδημος ἐν ἑβδόμῃ
5Ἀτθίδος.

t6

LIBRI NONI.

6

Harpocrat.: Λεωκόρειον, Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. Τὸ δὲ Λεωκόρειον εἶναί φησι Φανόδημος ἐννάτῳ Ἀτθίδος ἐν μέσῳ τῷ Κεραμεικῷ.

t7-26

FRAGMENTA INCERTAE SEDIS.

7

Proclus in Comment. ad Platon. Timaeum: Τοὺς δὲ Ἀθηναίους Καλλισθένης μὲν καὶ Φανόδημος πατέρας τῶν Σαϊτῶν ἱστοροῦσι γε‐ νέσθαι.

8

Dionys. Halic. Ant. Rom. I, 61: Τεῦκρον δὲ ἄλλοι τε πολλοὶ καὶ Φανόδημος, ὁ τὴν Ἀττικὴν γράψας ἀρχαιολογίαν, ἐκ τῆς Ἀττικῆς μετοι‐ κῆσαί φασιν εἰς τὴν Ἀσίαν, δήμου Ξυπεταίας ἄρχον‐
5τα· καὶ πολλὰ παρέχονται τοῦ λόγου τεκμήρια, κρα‐ τήσαντα δὴ χώρας συχνῆς τε καὶ ἀγαθῆς, καὶ οὐ πολὺ τὸ ἐπιχώριον γένος ἐχούσης, ἀσμένως τὸν Δάρδανον ἰδεῖν, καὶ τὸ σὺν αὐτῷ παραγενόμενον Ἑλληνικὸν, τῶν τε πρὸς τοὺς βαρβάρους πολέμων συμμαχίας
10ἕνεκα, καὶ ἵνα ἡ γῆ μὴ ᾖ ἔρημος.

9

Schol. Aristoph. Vesp. 1238 (1190): Ἀδμήτου λόγον, ὦ ’ταῖρε, μαθὼν, τοὺς ἀγαθοὺς φίλει· Αὐτὸς δὲ (ὁ Ἀρτεμίδωρος) φησὶ, Φαινόδημον λέγειν, ὅτι φυγὰς
5ἐκ Φερῶν Ἄδμητος ἦλθε πρὸς Θησέα, τὸν Ἀλκήστι‐ δος καὶ Ἱππάσου νεώτατον παῖδα, καὶ κατῳκίσθη παρ’ αὐτοῦ ἐν τῇ αὐτοῦ χώρᾳ, εἰς ὃν τὸ σκόλιον.

10

Etymolog. M.: Ταυροπό‐
λον, τὴν Ἄρτεμιν· ... οἱ δὲ λέγουσιν, ὅτι τῶν Ἑλλή‐ νων βουλομένων ἀνελεῖν τὴν Ἰφιγένειαν ἐν Αὐλίδι, ἡ Ἄρτεμις ἀντέδωκεν ἔλαφον· κατὰ δὲ Φανόδημον,367
5ἄρκτον.

11

Tzetzes ad Lycophr. 183: Ἡ δὲ Ἄρτεμις αὐτὴν (τὴν Ἰφιγένειαν) ἐλεήσασα, κατὰ Φανόδημον τὸν ἱστορικὸν, εἰς ἄρκτον μετέβαλε.

12

Suidas: Ἐπὶ Παλλαδίῳ, δικαστήριον Ἀθήνησιν, ἐν ᾧ οἱ Ἐφέται ἀκουσίου φόνου ἐδίκαζον. Ἀργεῖοι γὰρ ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσέσχον Φαλήροις, ὑπὸ Ἀθηναίων ἀγνούμενοι ἀνῃρέθησαν. Ὕστερον δὲ
5Ἀκάμαντος γνωρίσαντος, καὶ τοῦ Παλλαδίου εὑρεθέν‐ τος, κατὰ χρησμὸν αὐτόθι τὸ δικαστήριον ἀπέδειξαν, ὡς Φανόδημος.

13

Athenaeus X, 10: Τὴν δὲ τῶν Χοῶν ἑορτὴν, τὴν Ἀθήνησιν ἐπιτελουμένην, Φανόδημός φησι Δημοφῶντα τὸν βασιλέα βουλόμενον ὑποδέ‐ ξασθαι παραγενόμενον τὸν Ὀρέστην Ἀθήναζε· πρὸς
5δὲ τὰ ἱερὰ οὐ θέλων αὐτὸν προσιέναι, οὐδ’ ὁμόσπονδον γενέσθαι, μήπω δικασθέντα, ἐκέλευσε συγκλεισθῆναι τά τε ἱερά, καὶ χόα οἴνου ἑκάστῳ παρατεθῆναι, τῷ πρώτῳ ἐκπιόντι εἰπὼν ἆθλον δοθήσεσθαι πλακοῦντα. Παρήγγειλέ τε καὶ τοῦ πότου παυσαμένους τοὺς μὲν
10στεφάνους, οἷς ἐστεφανοῦντο, πρὸς τὰ ἱερὰ μὴ τιθέναι, διὰ τὸ ὁμωρόφους γενέσθαι τῷ Ὀρέστῃ, περὶ δὲ τὸν χόα τὸν ἑαυτοῦ ἕκαστον περιθεῖναι, καὶ τῇ ἱερείᾳ ἀποφέρειν τοὺς στεφάνους πρὸς τὸ ἐν Λίμναις τέμενος, ἔπειτα θύειν ἐν τῷ ἱερῷ τὰ ἐπίλοιπα· καὶ ἔκτοτε τὴν
15ἑορτὴν κληθῆναι χόας.

14

Athenaeus XI, 3: Φανόδημος δὲ πρὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέ‐ ροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτ’ αὑτοῖς προσφέρεσθαι, ὅθεν καὶ Λιμναῖον κληθῆ‐
5ναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον· διόπερ ὀνομασθῆναι τὰς πηγὰς νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον.

15

Athen. IV, 19: Ὅτι τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἀνεκα‐ λοῦντό τε οἱ Ἀρεοπαγῖται καὶ ἐκόλαζον, ἱστόρησαν Φα‐ νόδημος καὶ Φιλόχορος.

16

Plutarch. Themistocl. 13: Ἅμα δ’ ἡμέρᾳ Ξέρξης μὲν ἄνω καθῆτο τὸν στόλον ἐποπτεύων καὶ τὴν παρά‐ ταξιν, ὡς μὲν Φανόδημός φησιν, ὑπὲρ τὸ Ἡράκλειον, ᾗ βραχεῖ πόρῳ διείργεται τῆς Ἀττικῆς ἡ νῆσος (Σα‐
5λαμίς), ὡς δ’ Ἀκεστόδωρος, ἐν μεθορίῳ τῆς Μεγαρί‐ δος, ὑπὲρ τῶν καλουμένων Κεράτων.

17

Idem Cim. 12 ταῖς ναυσὶ παρορμεῖν, οὐκ ὄντα
μάχεσθαι τοῖς Ἕλλησι πρόθυμον, ἀλλὰ προσδεχόμενον ὀγδοήκοντα ναῦς Φοινίσσας ἀπὸ Κύπρου προσπλεούσας.368
5Ταύτας φθῆναι βουλόμενος ὁ Κίμων ἀνήχθη, βιάζε‐ σθαι παρεσκευασμένος, ἂν ἑκόντες μὴ ναυμαχῶσιν. Οἱ δὲ πρῶτον μὲν, ὡς μὴ βιασθεῖεν, εἰς τὸν ποταμὸν εἰσωρμίσαντο, προσφερομένων δὲ τῶν Ἀθηναίων, ἀντεξέπλευσαν, ὡς ἱστορεῖ Φανόδημος, ἑξακοσίαις
10ναυσὶν, ὡς δ’ Ἔφορος, πεντήκοντα καὶ τριακο‐ σίαις.

18

Plutarch. Cimon. c. 19: Cimon deces‐ sit in obsidione Citii: Τελευτῶν τοὺς περὶ αὑτὸν ἐκέλευσεν εὐθὺς ἀποπλεῖν, ἀποκρυψαμένους τὸν θάνα‐ τον αὐτοῦ. Καὶ συνέβη, μήτε τῶν πολεμίων, μήτε τῶν
5συμμάχων αἰσθομένων, ἀσφαλῶς αὐτοὺς ἀνακομισθῆ‐ ναι, στρατηγουμένους ὑπὸ Κίμωνος, ὥς φησι Φανό‐ δημος, τεθνηκότος ἐφ’ ἡμέρας τριάκοντα.

19

Athen. I, 17: Διοπείθης δὲ ὁ Λοκρὸς, ὥς φησι Φανόδημος, παραγενόμενος εἰς Θήβας, καὶ ὑποζωννύμενος οἴνου κύστεις μεστὰς καὶ γάλακτος, καὶ ταύτας ἀποθλίβων,
5ἀνιμᾷν ἔλεγεν ἐκ τοῦ στόματος.

20

Schol. Hesiod. ad Theog. 913: Ἡρπάσθαι δὲ αὐτήν φασιν οἱ μὲν ἐκ Σικελίας, Βακχυλίδης δὲ ἐκ Κρήτης, Ὀρφεὺς ἐκ τῶν περὶ τὸν ὠκεανὸν τόπων, Φανόδημος δὲ ἀπὸ τῆς Ἀτ‐
5τικῆς, Δημάδης δὲ ἐν νάπαις.

21

Eustath. ad Iliad. Ζ: Φαύλως οὖν ὁ Φανόδημος Ἀφροδίτην νομίζει τὴν Δάειραν καὶ τὴν αὐτὴν τῇ Δήμητρι λέγει.

22

Harpocratio: Χαλκεῖα, Ὑπερίδης ἐν τῷ κατὰ Δημέου ξενίας. Τὰ Χαλκεῖα ἑορτὴ παρ’ Ἀθηναίοις ἀγομένη Πυανεψιῶνος ἔνῃ καὶ νέᾳ, χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος ὁ Ἀχαρ‐
5νεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν, ἀλλὰ Ἡφαίστῳ.

23

Hesych.: Γαλεοὶ, μάντεις· οὗτοι κατὰ τὴν Σικε‐ λίαν ᾤκησαν, καὶ γένος τὶ, ὥς φησι Φανόδημος καὶ Ῥίνθων Ταραντῖνοι.

24

Hesychius s. v. Ταῦρος: ... Φανόδημος (φησὶ) τὰς κριθὰς προσαγορεύεσθαι ταῦρον, ὅτι κέρας ἔχου‐ σιν.

25

Hesychius: Ἀχάνας τινὲς μὲν Περσικὰ μέτρα, Φανόδημος δὲ κίστας, εἰς ἃς κατετίθεντο τοὺς ἐπισι‐ τισμοὺς οἱ ἐπὶ θεωρίας ἰόντες, οἱ εἰς θεοὺς στελλό‐
μενοι.369

26

Harpocrat.: Ἑκάτης νῆσος, Λυκοῦργος κατὰ Με‐ νεσαίχμου. Πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπ’ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν πρώτῃ Δηλιακῶν. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν
5ὁ Σημὸς ἐν τῇ πρώτῃ, διὰ τὸ τοῖς Ψαμμήτοις τι‐
μᾶσθαι τὴν θεόν. Ψάμμητα δ’ ἐστὶ ψαιστῶν τις ἰδέα.370